Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.129 Joseph. AJ 5.135 (English) >>Joseph. AJ 5.139

5.132

Καὶ μετὰ ταῦτα πρὸς μὲν τοὺς πολεμίους μαλακῶς εἶχον οἱ Ἰσραηλῖται, τῆς δὲ γῆς καὶ τῶν ταύτης ἔργων ἐπεμελοῦντο. τῶν δὲ κατὰ τὸν πλοῦτον αὐτοῖς ἐπιδιδόντων ὑπὸ τρυφῆς καὶ ἡδονῆς τοῦ κόσμου ὠλιγώρουν καὶ τῆς πολιτείας τῶν νόμων οὐκέτʼ ἦσαν ἀκριβεῖς ἀκροαταί. 5.133παροξυνθὲν δʼ ἐπὶ τούτοις τὸ θεῖον ἀναιρεῖ, πρῶτον μὲν ὡς φείσαιντο παρὰ τὴν αὐτοῦ γνώμην τῶν Χαναναίων, ἔπειθʼ ὡς ἐκεῖνοι χρήσοιντο πολλῇ κατʼ αὐτῶν ὠμότητι καιροῦ λαβόμενοι. 5.134οἱ δὲ καὶ πρὸς τὰ παρὰ τοῦ θεοῦ δυσθύμως εἶχον καὶ πρὸς τὸ πολεμεῖν ἀηδῶς πολλά τε παρὰ τῶν Χαναναίων λαβόντες καὶ πρὸς τοὺς πόνους ἤδη διὰ τὴν τρυφὴν ἐκλελυμένοι. 5.135καὶ συνέβαινεν ἤδη τὴν ἀριστοκρατίαν διεφθάρθαι, καὶ τὰς γερουσίας οὐκ ἀπεδείκνυσαν οὐδʼ ἀρχὴν ἄλλην οὐδεμίαν τῶν πρότερον νενομισμένων, ἦσαν δὲ ἐν τοῖς ἀγροῖς ἡδονῇ τοῦ κερδαίνειν προσδεδεμένοι. καὶ διὰ τὴν πολλὴν ἄδειαν στάσις αὐτοὺς πάλιν καταλαμβάνει δεινὴ καὶ προήχθησαν εἰς τὸ πολεμεῖν ἀλλήλοις ἐκ τοιαύτης αἰτίας. 5.136

Λευίτης ἀνὴρ τῶν δημοτικωτέρων τῆς Ἐφράνου κληρουχίας ὢν καὶ ἐν ἐκείνῃ κατοικῶν ἄγεται γύναιον ἀπὸ Βηθλέμων, τῆς δὲ Ἰούδα φυλῆς τοῦτʼ ἔστι τὸ χωρίον. ἐρῶν δὲ σφόδρα τῆς γυναικὸς καὶ τοῦ κάλλους αὐτῆς ἡττημένος ἠτύχει τῶν παρʼ ἐκείνης οὐχ ὁμοίων πειρώμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.129 Joseph. AJ 5.135 (English) >>Joseph. AJ 5.139

Powered by PhiloLogic